Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.161 | Joseph. BJ 4.168 (English) | >>Joseph. BJ 4.174 |
4.165τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρʼ οἷς ἀπόλωλεν ἡ τῶν ἐν χερσὶ παθῶν ἀντίληψις ; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε , καὶ τοῖς φονευομένοις οὐδʼ ἐπιστένει τις ἀναφανδόν .
4.166ὢ τῆς πικρᾶς τυραννίδος . τί δὲ μέμφομαι τοὺς τυράννους ; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφʼ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας ;
4.167μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους , ἔτι δʼ ἦσαν ὀλίγοι , πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθʼ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα ,
4.168δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς , ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν , ὑμεῖς δὲ ἀμελήσαντες ἐφʼ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους , καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς · τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας , καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν .
4.169οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφʼ ὑμῶν προδοθέντας , ἐῶ λέγειν πόσους καὶ ποδαπούς · ἀλλʼ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις .
4.170ἀκόλουθον ἦν ἐπιδεῖν τοὺς αὐτοὺς φονευομένους . ἐπείδομεν καὶ τοῦτο καθάπερ ἐξ ἀγέλης ζῴων ἀλόγων ἑλκομένου τοῦ κρατιστεύοντος ἀεὶ θύματος , οὐδὲ φωνήν τις ἀφῆκεν οὐχ ὅπως ἐκίνησε τὴν δεξιάν .
4.171φέρετε δὴ τοίνυν , φέρετε πατούμενα βλέποντες τὰ ἅγια καὶ πάντας ὑποθέντες αὐτοὶ τοῖς ἀνοσίοις τοὺς τῶν τολμημάτων βαθμοὺς μὴ βαρύνεσθε τὴν ὑπεροχήν · καὶ γὰρ νῦν πάντως
-- --
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 4.161 | Joseph. BJ 4.168 (English) | >>Joseph. BJ 4.174 |